16 and Psalm 97 » History » Version 1
Andrew vonderLuft, 06/22/2024 01:05 PM
1 | 1 | Andrew vonderLuft | # 1.6 and Psalm 97 |
---|---|---|---|
2 | |||
3 | {{>toc}} |
||
4 | |||
5 | ## Text |
||
6 | |||
7 | 1:6 ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· |
||
8 | |||
9 | > καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ. |
||
10 | |||
11 | ### Psalm 97 (LXX 96) |
||
12 | |||
13 | 1 Τῷ Δαυιδ, ὅτε ἡ γῆ αὐτοῦ καθίσταται. |
||
14 | Ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, |
||
15 | εὐφρανθήτωσαν νῆσοι πολλαί. |
||
16 | 2 νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ, |
||
17 | δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ. |
||
18 | 3 πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται |
||
19 | καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ· |
||
20 | 4 ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ, |
||
21 | εἶδεν καὶ ἐσαλεύθη ἡ γῆ. |
||
22 | 5 τὰ ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου κυρίου, |
||
23 | ἀπὸ προσώπου κυρίου πάσης τῆς γῆς. |
||
24 | 6 ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, |
||
25 | καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ. |
||
26 | 7 αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς |
||
27 | οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν· |
||
28 | προσκυνήσατε αὐτῷ, πάντες οἱ ἄγγελοι αὐτοῦ. |
||
29 | 8 ἤκουσεν καὶ εὐφράνθη Σιων, |
||
30 | καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ιουδαίας |
||
31 | ἕνεκεν τῶν κριμάτων σου, κύριε· |
||
32 | 9 ὅτι σὺ εἶ κύριος ὁ ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν, |
||
33 | σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς. |
||
34 | 10 οἱ ἀγαπῶντες τὸν κύριον, μισεῖτε πονηρόν· |
||
35 | φυλάσσει κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ, |
||
36 | ἐκ χειρὸς ἁμαρτωλῶν ῥύσεται αὐτούς. |
||
37 | 11 φῶς ἀνέτειλεν τῷ δικαίῳ |
||
38 | καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη. |
||
39 | 12 εὐφράνθητε, δίκαιοι, ἐπὶ τῷ κυρίῳ |
||
40 | καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ. |
||
41 | |||
42 | ## Observations and Analysis |
||
43 | |||
44 | ## Questions |
||
45 | |||
46 | ## Applications |