Project

General

Profile

Actions

1.6 and Psalm 97

Text

1:6 ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει·

καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ.

Psalm 97 (LXX 96)

1 Τῷ Δαυιδ, ὅτε ἡ γῆ αὐτοῦ καθίσταται.
Ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ,
εὐφρανθήτωσαν νῆσοι πολλαί.
2 νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ,
δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ.
3 πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται
καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ·
4 ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ,
εἶδεν καὶ ἐσαλεύθη ἡ γῆ.
5 τὰ ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου κυρίου,
ἀπὸ προσώπου κυρίου πάσης τῆς γῆς.
6 ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ,
καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ.
7 αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς
οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν·
προσκυνήσατε αὐτῷ, πάντες οἱ ἄγγελοι αὐτοῦ.
8 ἤκουσεν καὶ εὐφράνθη Σιων,
καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ιουδαίας
ἕνεκεν τῶν κριμάτων σου, κύριε·
9 ὅτι σὺ εἶ κύριος ὁ ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν,
σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς.
10 οἱ ἀγαπῶντες τὸν κύριον, μισεῖτε πονηρόν·
φυλάσσει κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ,
ἐκ χειρὸς ἁμαρτωλῶν ῥύσεται αὐτούς.
11 φῶς ἀνέτειλεν τῷ δικαίῳ
καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη.
12 εὐφράνθητε, δίκαιοι, ἐπὶ τῷ κυρίῳ
καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ.

Observations and Analysis

Questions

Applications

Updated by Andrew vonderLuft 5 months ago · 1 revisions