Actions
1 1-4 Theme » History » Revision 2
« Previous |
Revision 2/30
(diff)
| Next »
Andrew vonderLuft, 08/18/2014 02:39 PM
Vss 1-4¶
Text¶
Πολυμερῶς καὶ πολυτρόπως πάλαι
ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις
ἐπ᾿ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ,
ὃν ἔθηκεν κληρονόμον πάντων,
δι᾿ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας·
ὅς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ,
φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ,
καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος
ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς,
τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων
ὅσῳ διαφορώτερον παρ᾿ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.
Observations¶
Questions¶
Applications¶
Updated by Andrew vonderLuft over 10 years ago · 2 revisions